Site icon ΙΕΡΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΗΛΙΟΥΠΟΛΕΩΣ

ΠΡΟ ΓΕΥΜΑΤΟΣ – ΔΕΙΠΝΟΥ ΚΑΙ ΜΕΤΑ ΕΥΧΑΡΙΣΤΙΑ

ΕΥΧΗ ΕΙΣ ΤΟ ΓΕΥΜΑ

Πρὸ τοῦ γεύματος.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον  καὶ   ἄφες      ἡμῖν τὰ   ὀφειλήματα   ἡμῶν,    ὡς     καὶ ἡμεῖς ἀφίεμεν    τοῖς   ὀφειλέταις  ἡμῶν·   καὶ   μὴ   εἰσενέγκῃς  ἡμᾶς   εἰς  πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον (γ’).

Χριστὲ ὁ Θεός ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων Σου, ὅτι Ἅγιος εἶ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὸ γεῦμα. Εὐχαριστία.

Εὐχαριστοῦμέν Σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν         ἐπιγείων   σου   ἀγαθῶν·   μὴ   στερήσῃς  ἡμᾶς   καὶ   τῆς ἐπουρανίου Σου βασιλείας, ἀλλ’ ὡς ἐν μέσῳ τῶν Μαθητῶν Σου παρεγένου  Σωτήρ,  τὴν  εἰρήνην  διδοὺς  αὐτοῖς,  ἐλθὲ  καὶ  μεθ’ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ΕΥΧΗ ΕΙΣ ΤΟ ΔΕΙΠΝΟΝ

Πρὸ τοῦ δείπνου.

Π άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον   καὶ ἄφες   ἡμῖν   τὰ     ὀφειλήματα ἡμῶν,   ὡς    καὶ  ἡμεῖς ἀφίεμεν    τοῖς                    ὀφειλέταις           ἡμῶν·   καὶ   μὴ   εἰσενέγκῃς  ἡμᾶς   εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον (γ’).

Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες Αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς   αἰῶνα  αἰῶνος. Ἀμήν.

Μετὰ τὸ δεῖπνον. Εὐχαριστία.

Εὔφρανας ἡμᾶς Κύριε, ἐν τοῖς ποιήμασί Σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ  τὸ             αὐτὸ     κοιμηθησόμεθα,            καὶ  ὑπνώσωμεν·  ὅτι  Σύ,

Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκησας ἡμᾶς.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ἐν ἡμέραις νηστείας, μετὰ τὸ δεῖπνον, ἀντὶ «Ἔφρανας ἡμᾶς…»

λέγομεν τὴν Εὐχαριστίαν τοῦ γεύματος «Εὐχαριστοῦμεν Σοι, Χριστέ ὁ Θεός ἡμῶν…».

Μοιραστείτε τη σελίδα. Πατήστε το τελευταίο κουμπί για περισσότερες επιλογές
Exit mobile version