ΙΕΡΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΗΛΙΟΥΠΟΛΕΩΣ

ΒΡΑΔΥΝΗ ΠΡΟΣΕΥΧΗ ΟΣΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ

Εφραιμ Συρίου

ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΟΣΙΟΥ ΕΦΡΑΙΜ  (βραδυνή)

(εὐχὴ πρὸ τοῦ ὑπνῶσαι)

Εἰς       τὸ         ὄνομα             τοῦ  Πατρὸς       καὶ   τοῦ   Υἱοῦ   καὶ      τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν Ἁγίαν Σου Μητέρα τιμιωτέραν  ἀναδείξας  πασῶν τῶν  ἐπουρανίων  Δυνάμεων,

αὐτὸς Πανάγαθε, διὰ τῶν πρεσβειῶν Αὐτῆς καὶ πάντων Σου τῶν Ἁγίων,

παρακλήθητι, καὶ συγχώρησόν μοι τῷ ἀναξίῳ δούλῳ Σου, εἴ τι ἥμαρτον σήμερον ὡς ἄνθρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος,

τὰ ἐκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ,  τὰ   ἐκ   συναρπαγῆς καὶ   ἀπροσεξίας          καὶ   πολλῆς  μου ῥαθυμίας καὶ ἀμελείας γεγενημένα,

εἴτε τὸ ὄνομά Σου τὸ Ἅγιον ὤμοσα, εἴτε ἐπιώρκησα ἢ ἐβλασφήμησα κατὰ διάνοιαν, ἢ ἔν τινί Σε παρώργισα, ἢ ἔκλεψα, ἢ ἐψευσάμην, ἢ φίλος παρέβαλε πρὸς ἐμὲ καὶ παρεῖδον αὐτόν,

ἢ ἀδελφὸν ἔθλιψα καὶ παρεπίκρανα, ἢ ἱσταμένου μου ἐν προσευχῇ καὶ ψαλμῳδίᾳ ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ πονηρὰ και βιωτικὰ περιεπόλευσεν,

ἢ παρὰ τὸ πρέπον ἐτρύ φησα,  ἢ  εὐτράπελα          ἐλάλησα,    ἢ    ἀφρόνως     ἐγέλασα,       ἢ ἐκενοδόξησα, ἢ ὑπερηφανευσάμην,

ἢ κάλλος μάταιον ἐθεασάμην καὶ ὑπ’ αὐτοῦ ἐθέλχθην τὸν νοῦν, ἢ τὰ μὴ δέοντα ἐφλυάρησα,

ἢ τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ μου περιειργασάμην καὶ κατέκρινα αὐτὸν καὶ τὰ ἐμαυτοῦ ἀναρίθμητα ἐλαττώματα παρεβλεψάμην,

εἴτε τῆς προσευχῆς μου ἠμέλησα, εἴτε τι ἄλλο πονηρὸν ἐνενόησα.

Ταῦτα πάντα καὶ ἄλλα, ἅπερ ἔπραξα καὶ οὐ μέμνημαι, συγχώρησόν μοι ὁ Θεὸς τῷ ἀχρείῳ δούλῳ Σου,

καὶ ἐλέησόν με ὡς Ἀγαθὸς καὶ Φιλάνθρωπος, ἵνα ἐν εἰρήνῃ κοιμηθῶ καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων Σε

σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ  Σου  Πνεύματι,

νῦν  καὶ  ἀεὶ  καὶ  εἰς  τοὺς  αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Μοιραστείτε τη σελίδα. Πατήστε το τελευταίο κουμπί για περισσότερες επιλογές
Exit mobile version