Site icon ΙΕΡΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΗΛΙΟΥΠΟΛΕΩΣ

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ

panagia

ΜΙΚΡΑ ΠΑΡΑΚΛΗΣΙΣ 

Μικρά Παράκληση  Μικρά Παράκληση

Ψαλλομένη ἐν πάσῃ περιστάσει καὶ θλίψει ψυχῆς. Ποίημα Θεοστηρίκτου Μοναχοῦ· κατ’ ἄλλους δέ, Θεοφάνους.

Εἰς       τὸ         ὄνομα             τοῦ  Πατρὸς       καὶ   τοῦ   Υἱοῦ   καὶ      τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Ψαλμός ρμβ’. (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.

Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ    ἀποστρέψῃς    τὸ    πρόσωπόν    Σου    ἀπ’    ἐμοῦ,    καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ

ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Καὶ εὐθύς·

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ.  β’.  Πάντα  τὰ   ἔθνη  ἐκύκλωσάν  με,  καὶ  τῷ   ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὓτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπει- νοὶ        καὶ  προσπέσωμεν,  ἐν  μετανοίᾳ  κράζοντες  ἐκ  βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα        ὑπὸ  πλήθους  πταισμάτων·             μὴ  ἀποστρέψῃς         Σοὺς  δούλους κενούς· Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Τὸ αὐτό.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι·  εἰ  μὴ  γὰρ  Σὺ  προΐστασο πρεσβεύουσα, τίς  ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;     Οὐκ                       ἀποστῶμεν,            Δέσποινα,  ἐκ   Σοῦ·   Σοὺς   γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’. (50)

Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός.

Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία     τῷ     Θεῷ,     πνεῦμα     συντετριμμένον,     καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον,   Κύριε,   ἐν   τῇ   εὐδοκίᾳ   Σου   τὴν   Σιών,   καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε    εὐδοκήσεις    θυσίαν    δικαιοσύνης,    ἀναφορὰν    καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός.

Υγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών,  ὁ  Ἰσραηλίτης  ἀνεβόα·  Τῷ  Λυτρωτῇ  καὶ  Θεῷ

ἡμῶν ᾄσωμεν.

Τροπάρια.

(πρὸ ἑκάστου τροπαρίου ὅλων τῶν ᾠδῶν λέγομεν· «Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς», πλὴν τῶν Δόξα, καὶ νῦν)

Πολλοῖς συνεχόμενος   πειρασμοῖς,   πρὸς   Σὲ    καταφεύγω, σωτηρίαν ἐπιζητῶν· ᾦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,    τῶν

δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαί μου τὴν ψυχήν· εἰρήνευσον Κόρη τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ

Θεοῦ Σου Πανάμωμε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν

ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Νοσοῦντα      τὸ        σῶμα       καὶ         τὴν              ψυχήν, ἐπισκοπῆς                 θείας,        καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς   ἀγαθὴ

ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ’. Ὁ Εἱρμός.

Οὐρανίας ἁψῖδος, ὁροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆ- τορ, Σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν ἐφετῶν ἡ

ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε.

Τροπάρια.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σὲ Θεογεννῆτορ Παρθένε·  Σύ  με  κυβέρνησον,  πρὸς  τὸν  λιμένα  Σου,  τῶν

ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

Ικετεύω Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσαι μου· Σὺ γάρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς

γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Δόξα.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς    δυνατὸν

ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Καὶ νῦν.

Χαλεπαῖς                      ἀῤῥωστίαις,     καὶ           νοσεροῖς                πάθεσιν,        ἐξεταζομένῳ Παρθένε, Σύ μοι βοήθησον· τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ Σε

γινώσκω, θησαυρόν Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον,        ἀπὸ           κινδύνων           τοὺς   δούλους    Σου,                  Θεοτόκε,           ὅτι πάντες μετὰ Θεόν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον    τεῖχος

καὶ προστασίαν.

Επίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου    τὸ

ἄλγος.

Κύριε, ἐλέησον (γ’). Κύριε, ἐλέησον (ιβ’).

Κάθισμα. Ἦχος β’. Τὰ ἄνω ζητῶν.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα πρόφθασον,  καὶ  ἐκ  κινδύνων  λύτρωσαι  ἡμᾶς,  ἡ  μόνη        ταχέως προστατεύουσα.

ᾨδὴ δ’. Ὁ Εἱρμός.

Εἰσακήκοα Κύριε,    τῆς    οἰκονομίας   Σου    τὸ    Μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.

Τροπάρια.

Τῶν             παθῶν      μου           τὸν       τάραχον,       ἡ      τὸν       κυβερνήτην  τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν  πταισμάτων

Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς Σῆς παράσχου μοι,  ἡ  τὸν  εὔσπλαγχνον  κυήσασα,  καὶ Σωτῆρα πάντων τῶν

ὑμνούντων Σε.

Δόξα.

Απολαύοντες Πάναγνε, τῶν Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.

Καὶ νῦν.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε, Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

ᾨδὴ ε’. Ὁ Εἱρμός.

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί Σου Κύριε, καὶ τῷ βραχίονί Σου τῷ ὑψηλῷ, τὴν Σὴν εἰρήνην παράσχου ἡμῖν Φιλάνθρωπε.

Τροπάρια.

Εμπλησον            Ἁγνή,             εὐφροσύνης    τὴν    καρδίαν   μου,                 τὴν       σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν  αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦ- σα λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα.

Λῦσον         τὴν         ἀχλύν,                      τῶν   πταισμάτων μου            Θεόνυμφε,     τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον  καὶ

προαιώνιον.

Καὶ νῦν.

Ιασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ Σου παράσχου μοι.

ᾨδὴ Ϛ’. Ὁ Εἱρμός.

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ Αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾋδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με

ἀνάγαγε.

Τροπάρια.

Θανάτου καὶ τῆς φθορᾶς Ὃς ἔσωσεν, Ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ, καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε    δυσώπησον,  τὸν  Κύριόν  Σου  καὶ  Υἱόν,  τῆς   ἐχθρῶν

κακουργίας με ῥύσασθαι.

Προστάτιν Σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων   ἐλαύνουσαν·  καὶ  δέομαι  διαπαντός,  ἐκ  φθορᾶς  τῶν

παθῶν μου ῥυσθῆναί με.

Δόξα.

Ως τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν Σε παντελῆ σωτη- ρίαν, καὶ πλατυσμὸν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί Σου

ἀεὶ  ἀγαλλόμεθα.  Ὦ  Δέσποινα  καὶ  νῦν   ἡμᾶς,  τῶν   παθῶν  καὶ κινδύνων διάσωσον.

Καὶ νῦν.

Εν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου· ἀλλ’ ἡ Θεόν, καὶ Σωτῆρα τοῦ Κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς ἀγαθῆς· Ἐκ  φθορᾶς

νοσημάτων ἀνάστησον.

Διάσωσον,    ἀπὸ  κινδύνων τοὺς δούλους  Σου Θεοτόκε,        ὅτι πάντες μετὰ Θεόν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον    τεῖχος

καὶ προστασίαν.

Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν         ἡμερῶν  τεκοῦσα,  δυσώπησον,  ὡς   ἔχουσα  μητρικὴν

παῤῥησίαν.

Κύριε, ἐλέησον (ιβ’).

Κοντάκιον. Ἦχος β’.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων  Σοι·  Τάχυνον   εἰς  πρεσβείαν,  καὶ  σπεῦσον  εἰς

ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων Σε.

Εἶτα τὸ Α’. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’. Ἤχου.

Εκ νεότητός   μου,   πολλὰ   πολεμεῖ   με   πάθη·   ἀλλ’   αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιὼν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος  γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα.

Αγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει, ὑψοῦται λαμπρύνεται, τῇ Τριαδικῇ Mονάδι, ἱεροκρυφίως.

Καὶ νῦν.

Αγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον·

Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου  τοῦ  λαοῦ  Σου,  καὶ  τοῦ  οἴκου  τοῦ  Πατρός  Σου,  καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Τοῦ ὀνόματός Σου μνησθήσομαι, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. Α’. 39.

Εν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη Σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε             τὸ        βρέφος                     ἐν ἀγαλλιάσει      ἐν        τῇ  κοιλίᾳ     μου.    Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα  ὁ    Δυνατὸς,        καὶ   ἅγιον                 τὸ ὄνομα       Αὐτοῦ.       Ἔμεινε   δὲ Μαριὰμ  σὺν  αὐτῇ,  ὡσεὶ  μῆνας  τρεῖς,  καὶ  ὑπέστρεψεν  εἰς  τὸν οἶκον αὐτῆς.

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Δόξα. Ἦχος β’.

Πάτερ,           Λόγε,       Πνεῦμα,   Τριὰς             ἡ                 ἐν           Μονάδι,               ἐξάλειψον     τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ   κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Μὴ καταπιστεύσῃς     με,     ἀνθρωπίνῃ      προστασίᾳ, Παναγία Δέσποινα,  ἀλλὰ  δέξαι  δέησιν  τοῦ  ἱκέτου  Σου·  θλίψις γὰρ  ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν Σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Ἕτερα Θεοτοκία.

Οὐδεὶς προστρέχων ἐπὶ Σοί, κατῃσχυμμένος ἀπὸ Σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ’ αἰτεῖται τὴν χάριν,  καὶ

λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ  τῶν  θλιβομένων,  ἀπαλλαγὴ   τῶν   ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε, πόλιν καὶ λαόν, τῶν πολεμουμένων  ἡ  εἰρήνη,  τῶν  χειμαζομένων  ἡ  γαλήνη,  ἡ μόνη

Προστασία τῶν πιστῶν.

Κύριε, ἐλέησον (ιβ’).

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ’. Ὁ Εἱρμός.

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτὲ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου,   κατεπάτησαν

ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τροπάρια.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ Κόσμῳ, Ἣν    προστάτιν

ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς  τε  μολυσμάτων,  τοὺς   ἐν

πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Δόξα.

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν Σὲ κυήσασαν, καὶ          πύργον    ἀσφαλείας,    καὶ    θύραν    μετανοίας,    τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν.

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ Σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον,

ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η’. Ὁ Εἱρμός.

Τὸν Βασιλέα   τῶν   οὐρανῶν,   Ὃν   ὑμνοῦσι,   Στρατιαὶ   τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Τοὺς βοηθείας τῆς παρὰ Σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς Σε, Κόρη εἰς αἰῶνας.

Τῶν                ἰαμάτων        τὸ             δαψιλὲς         ἐπιχέεις, τοῖς       πιστῶς     ὑμνοῦσί        Σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν Σου Τόκον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε, ἵνα Σε δοξάζω τὴν Κεχαριτωμένην.

Καὶ νῦν.

Τῶν πειρασμῶν Σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν Σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Ὁ Εἱρμός.

Κυρίως Θεοτόκον, Σὲ ὁμολογοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις Σὲ μεγαλύνοντες.

Τροπάρια.

Ροήν        μου  τῶν            δακρύων,           μὴ           ἀποποιήσῃς,      ἡ        τὸν   παντὸς ἐκ προσώπου                 πᾶν δάκρυον,        ἀφῃρηκότα  Παρθένε,  Χριστὸν  κυήσασα.

Χαρᾶς        μου  τὴν           καρδίαν,     πλήρωσον     Παρθένε,    ἡ          τῆς   χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.

Λιμὴν καὶ προστασία, τῶν Σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ         τεῖχος   ἀκράδαντον,   καταφυγή    τε    καὶ   σκέπη   καὶ   ἀγαλλίαμα.

Δόξα.

Φωτός Σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας      διώκουσα,      τοὺς      εὐσεβῶς      Θεοτόκον     Σὲ καταγγέλλοντας.

Καὶ νῦν.

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν μετασκευάζουσα.

Μεγαλυνάρια.

Αξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον

  καὶ παναμώμητον,   καὶ  Μητέρα   τοῦ  Θεοῦ ἡμῶν.

Τὴν    τιμιωτέραν    τῶν    Χερουβίμ,    καὶ        ἐνδοξοτέραν ἀσυγκρίτως   τῶν    Σεραφίμ,   τὴν    ἀδιαφθόρως,    Θεὸν    Λόγον

τεκοῦσαν· τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

 

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν, λαμπηδόνων ἡλιακῶν,   τὴν   λυτρωσαμένην   ἡμᾶς   ἐκ   τῆς   κατάρας,   τὴν  Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

 

Απὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς Σὲ καταφεύγω τὴν Κεχαριτωμένην· ἐλπὶς ἀπηλπισμένων, Σύ μοι βοήθησον.

Δέσποινα        καὶ         Μήτηρ     τοῦ      Λυτρωτοῦ,      δέξαι   παρακλήσεις, ἀναξίων   Σῶν     ἱκετῶν,   ἵνα   μεσιτεύσῃς,    πρὸς   Τὸν    ἐκ     Σοῦ

τεχθέντα. Ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.

 

Ψάλλομεν προθύμως Σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτό κῳ       χαρμονικῶς.  Μετὰ  τοῦ   Προδρόμου,  καὶ  πάντων   τῶν Ἁγίων, δυσώπει Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Αλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν Εἰκόνα               Σου   τὴν   σεπτήν,   τὴν    ἱστορηθεῖσαν,   ὑπὸ   τοῦ

Ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

 

Πᾶσαι τῶν    Ἀγγέλων    αἱ    στρατιαί,    Πρόδρομε   Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου,

ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τρισάγιον.

Αγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα. Καὶ νῦν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν·   Δέσποτα,   συγχώρησον   τὰς   ἀνομίας   ἡμῖν·   Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός

Σου.

Κύριε, ἐλέησον (τρίς).

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον         καὶ  ἄφες   ἡμῖν                τὰ     ὀφειλήματα ἡμῶν,   ὡς    καὶ  ἡμεῖς ἀφίεμεν    τοῖς                    ὀφειλέταις           ἡμῶν·   καὶ   μὴ   εἰσενέγκῃς  ἡμᾶς   εἰς

πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Καὶ τὰ Τροπάρια ταῦτα.

Ἦχος πλ. β’.

Ελέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες,   ταύτην   Σοι   τὴν   ἱκεσίαν,   ὡς   Δεσπότῃ,   οἱ

ἁμαρτωλοὶ προσφέρομεν. Ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν       σφόδρα,  μηδὲ        μνησθῇς  τῶν  ἀνομιῶν  ἡμῶν·      ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς Εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός Σου·    πάντες

ἔργα χειρῶν Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τὴν πύλην, ἄνοιξον ἡμῖν εὐλογημένη Θεοτό- κε· ἐλπίζοντες εἰς Σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ Σοῦ τῶν         περιστάσεων·  Σὺ   γὰρ   εἶ   ἡ   σωτηρία   τοῦ   γένους   τῶν

Χριστιανῶν.

Κύριε, ἐλέησον (μ’, ἤτοι 40).

Κύριε, ἐλέησον (τρίς).

Τροπάρια.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ Σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν,               ἐν     κινδύνοις     καὶ     θλίψεσιν,    ἀεὶ     μεσιτείαν,     οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου,  ὅθεν  Σοὶ  προσπίπτομεν·  Ῥῦσαι,  πάσης  περιστάσεως τοὺς δούλους Σου.

Ὅμοιον.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων   τροφή,   ξένων   τε   παράκλησις,   καὶ   βακτηρία τυφλῶν,                ἀσθενούντων  ἐπίσκεψις,  καταπονουμένων,  σκέπη  καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ   Ὑψίστου,

Σὺ  ὑπάρχεις.  Ἄχραντε  σπεῦσον,  δυσωποῦμεν,  ῥύσασθαι  τοὺς δούλους Σου.

Ἦχος πλ. δ’.

Δέσποινα                     πρόσδεξαι,     τὰς    δεήσεις   τῶν     δούλων                Σου,              καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β’.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.

 

Κατά την περίοδον του 15 Αυγούστου είθισται ίνα ψάλλωνται, αντί των ανωτέρω Θεοτοκίων, τα επόμενα Εξαποστειλάρια.

Ήχος γ’

Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τω χωρίω, κηδεύσατε μου το σώμα, και συ, Υιέ και Θεέ μου, παράλαβέ μου το πνεύμα.

Ο γλυκασμός των Αγγέλων, των θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου και ρύσαι, των αιωνίων βασάνων.

Και σε μεσίτριαν έχω, προς τον φιλάνθρωπον Θεόν, μη μου ελέγξη τας πράξεις, ενώπιον των Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησόν μοι εν τάχει.

Χρυσοπλοκώτατε πύργε, και δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα του Βασιλέως, ακατανόητον θαύμα, πως γαλουχείς τον Δεσπότην.

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον και σώσον ημάς.

Αμήν.

Μοιραστείτε τη σελίδα. Πατήστε το τελευταίο κουμπί για περισσότερες επιλογές
Exit mobile version