Site icon ΙΕΡΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΗΛΙΟΥΠΟΛΕΩΣ

ΜΙΚΡΟ ΑΠΟΔΕΙΠΝΟ (ΜΕ ΧΑΙΡΕΤΙΣΜΟΥΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ)

Το Μıκρό Απόδεıπνο τελείταı πάντα βράδυ πρıν τον ύπνο καı κλείνεı με αυτό η. περίοδος των καθ’ ημέραν ακολουθıών.

Στα μοναστήρıα τελείταı στο ναό. Από τους πıστούς τελείταı κατ’ οίκον πρıν τον ύπνο.

Εἰς          τὸ           ὄνομα   τοῦ         Πατρὸς καὶ         τοῦ         Υἱοῦ       καὶ         τοῦ         Ἁγίου Πνεύματος. Ἀμήν.

Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Βασιλεῦ Οὐράνιε,           Παράκλητε,       τὸ           Πνεῦμα                τῆς         ἀληθείας,           ὁ πανταχοῦ παρὼν         καὶ τὰ                πάντα   πληρῶν,               ὁ             θησαυρὸς                           τῶν ἀγαθῶν       καὶ ζωῆς               χορηγός,             ἐλθὲ                      καὶ         σκήνωσον           ἐν           ἡμῖν       καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Αγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν·    Δέσποτα, συγχώρησον τὰς         ἀνομίας                ἡμῖν·      Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.

Κύριε, ἐλέησον (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον                         καὶ         ἄφες     ἡμῖν       τὰ                ὀφειλήματα       ἡμῶν,    ὡς           καὶ ἡμεῖς ἀφίεμεν           τοῖς                        ὀφειλέταις                         ἡμῶν·    καὶ         μὴ                εἰσενέγκῃς ἡμᾶς              εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Κύριε, ἐλέησον (ιβ’).

 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμός ν’. (50)

Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός.

Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

 Διδάξω                ἀνόμους              τὰς         ὁδούς   Σου,       καὶ         ἀσεβεῖς                ἐπὶ          Σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.

Ὅτι,        εἰ            ἠθέλησας            θυσίαν,                ἔδωκα  ἄν·         ὁλοκαυτώματα                οὐκ εὐδοκήσεις.

Θυσία   τῷ           Θεῷ,      πνεῦμα                συντετριμμένον,              καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον,          Κύριε,   ἐν           τῇ           εὐδοκίᾳ               Σου        τὴν         Σιών,     καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε       εὐδοκήσεις        θυσίαν δικαιοσύνης,     ἀναφορὰν          καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

Ψαλμός ξθ’. (69)

Ο Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.

Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.

Ἀποστραφήτωσαν          εἰς          τὰ           ὀπίσω   καὶ         καταισχυνθήτωσαν        οἱ βουλόμενοί μοι κακά.

Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε.

Ἀγαλλιάσθωσαν              καὶ         εὐφρανθήτωσαν             ἐπὶ          Σοὶ          πάντες  οἱ ζητοῦντές Σε, ὁ Θεός.

Καὶ         λεγέτωσαν         διὰ         παντός·                μεγαλυνθήτω    ὁ             Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν Σου.

Ἐγὼ δὲ πτωχὸς εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι.

Βοηθός μου καὶ ῥύστης μου εἶ Σύ, Κύριε, μὴ χρονίσῃς.

Ψαλμός ρμβ’. (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.

Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Μικρὰ Δοξολογία

Δόξα                     ἐν           ὑψίστοις              Θεῷ,      καὶ         ἐπὶ          γῆς         εἰρήνη  ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν Σε, εὐλογοῦμέν Σε, προσκυνοῦμέν Σε, δοξολογοῦμέν Σε, εὐχαριστοῦμέν   Σοι,        διὰ         τὴν         μεγάλην              Σου δόξαν.                Κύριε    Βασιλεῦ, ἐπουράνιε       Θεέ,       Πάτερ   Παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός,  ὁ             ἀμνὸς                   τοῦ Θεοῦ, ὁ Υἱὸς              τοῦ         Πατρός, ὁ αἴρων  τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ    τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι Σὺ εἶ μόνος Ἅγιος, Σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἑσπέραν εὐλογήσω Σε, καὶ αἰνέσω τὸ ὄνομά Σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν Σοι. Κύριε, πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ Σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί Σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός Σου τοῖς γινώσκουσί Σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ Σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί Σου. Κύριε, τὸ ἔλεός Σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ Σύμβολον τῆς Πίστεως.

Πιστεύω εἰς  ἕνα Θεόν, Πατέρα,               Παντοκράτορα,               ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν                ἐκ           Θεοῦ     ἀληθινοῦ,           γεννηθέντα        οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ           τῶν                                οὐρανῶν,            καὶ         σαρκωθέντα ἐκ Πνεύματος        Ἁγίου    καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς,                     καὶ         καθεζόμενον     ἐκ δεξιῶν            τοῦ                Πατρός.               Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ           καὶ         Υἱῷ                συμπροσκυνούμενον    καὶ  συνδοξαζόμενον,  τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ Ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Ἐνταῦθα εἴθισται νὰ λέγωνται οἱ «ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ

ΘΕΟΤΟΚΟΥ» (βρίσκονται στο τέλος του Μ. Αποδείπνου)

Αξιόν     ἐστιν     ὡς           ἀληθῶς    μακαρίζειν   Σε      τὴν Θεοτόκον,  τὴν ἀειμακάριστον         καὶ                παναμώμητον   καὶ Μητέρα      τοῦ         Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν            ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Αγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα. Καὶ νῦν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν·    Δέσποτα, συγχώρησον τὰς         ἀνομίας                ἡμῖν·      Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.

Κύριε, ἐλέησον (τρίς).

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον                         καὶ         ἄφες     ἡμῖν       τὰ                ὀφειλήματα       ἡμῶν,    ὡς           καὶ ἡμεῖς ἀφίεμεν           τοῖς                        ὀφειλέταις                         ἡμῶν·    καὶ         μὴ                εἰσενέγκῃς ἡμᾶς              εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

(λέγομεν τὸ Τροπάριον τοῦ κατὰ τὴν ἡμέραν Ἁγίου, ἢ τὰ παρόντα τέσσαρα)

Ἦχος δ’.

Ο Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ’ ἡμῶν κατὰ τὴν Σὴν ἐπιείκειαν, μὴ ἀποστήσεις τὸ ἔλεός Σου ἀφ’ ἡμῶν,  ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Τῶν        ἐν           ὅλῳ        τῷ           κόσμῳ  Μαρτύρων         Σου,       ὡς           πορφύραν          καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία Σου στολισαμένη, δι’ αὐτῶν βοᾷ Σοι, Χριστὲ ὁ Θεός· τῷ λαῷ Σου τοὺς οἰκτιρμούς Σου κατά- πεμψον, εἰρήνην τῇ πολιτείᾳ Σου δώρησαι, καὶ ταῖς ψυχαῖς  ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα.

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων Σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Καὶ νῦν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Κύριε, ἐλέησον (μ’).

Ο ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυ- νούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς             ἐλεῶν,  ὁ                πάντας καλῶν   πρὸς                      σωτηρίαν            διὰ         τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν. Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης.  Τείχισον ἡμᾶς           ἁγίοις                   σου Ἀγγέλοις,   ἵνα         τῇ           παρεμβολῇ        αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης·    ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον (τρίς).

Δόξα. Καὶ νῦν.

 Τὴν Τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν  Σεραφίμ,  τὴν  ἀδιαφθόρως  Θεὸν  Λόγον  τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Εἶτα τὰς ἐπομένας εὐχάς.

Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.

Ασπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ Σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια· ἡ              ἑτοίμη                  ἀντίληψις           τῶν        εἰς          Σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην Σοι δέησιν· καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην     καὶ Κύριον,                         τῇ                μητρικῇ                                σου        παῤῥησίᾳ           χρωμένη δυσώπησον,   ἵνα ἀνοίξῃ                         κἀμοὶ    τὰ                φιλάνθρωπα     σπλάγχνα            τῆς Αὐτοῦ ἀγαθότητος, καὶ παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν Αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον                     ἀναδείξῃ             με.          Καὶ         πάρεσό                                μοι ἀεὶ  ὡς           ἐλεήμων              καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν   περιέπουσα,  καὶ  τὰς  σκοτεινὰς   ὄψεις  τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, διά τῆς Σῆς μεσιτείας καὶ ἀντιλήψεως· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑτέρα εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Καὶ         δὸς         ἡμῖν,      Δέσποτα,            πρὸς      ὕπνον   ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας.   Παῦσον                                τὰς                ὁρμὰς   τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν,        καὶ         πάσης   σατανικῆς φαντασίας                ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν    ταῖς                        ἐντολαῖς                Σου καὶ τὴν         μνήμην τῶν        Σῶν        κριμάτων            ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας.  Παννύχιον   ἡμῖν   τὴν   Σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Υπερένδοξε,      ἀειπάρθενε,      εὐλογημένη       Θεοτόκε,             προσάγαγε τὴν ἡμετέραν  προσευχὴν  τῷ  Υἱῷ  σου  καὶ  Θεῷ  ἡμῶν, καὶ αἴτησαι, ἵνα σώσῃ διά Σοῦ τὰς ψυχὰς ἡμῶν.

Η ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον· Τριὰς Ἁγία, δόξα Σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

(προσέτι λέγε καὶ τὰ ἐπόμενα τρία τροπάρια ὡς εἴθισται, ἐν τῇ κατ’ οἶκον προσευχήν)

Επὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα          καὶ         ἀνθρώπων τὸ    γένος·   ἡγιασμένε          Ναὲ                καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη καὶ παιδίον γέγονεν ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν  γὰρ Σὴν μήτραν θρόνον ἐποίησε καὶ τὴν Σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα Σοι.

Εὐχὴ εἰς τὸν φύλακα Ἄγγελον.

Αγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς μὲ τὸν ἁμαρτωλόν, μηδὲ  ἀποστῇς  ἀπ’ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος. Κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, Ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἐν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ Αὐτοῦ, καὶ ἄξιον ἀναδείξαι με δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος. Ἀμήν.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ Σοῦ· εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι Σωτῆρα ἔτεκες, τῶν ψυχῶν ἡμῶν (ἐκ τρίτου).

Δόξα. Καὶ νῦν.

Κύριε, ἐλέησον (τρίς).

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Ἀναγινωσκόμενοι συνήθως εἰς τὸ Μικρὸν Ἀπόδειπνον, μετὰ τὸ Πιστεύω.

Ἀπολυτίκιον. Ἦχος πλ. δ’.

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν Σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ Σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων Σοι· χαῖρε Νύμφη ἀνύμφευτε.

Κοντάκιον. Ἦχος πλ. δ’.

Τῇ Ὑπερμάχῳ Στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω Σοι ἡ Πόλις Σου Θεοτόκε. Ἀλλ’       ὡς           ἔχουσα τὸ           κράτος ἀπροσμάχητον,                ἐκ παντοίων       με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω Σοι· χαῖρε, Νύμφη ἀνύμφευτε.

Εἶθ’ οὕτω τοὺς ἑπομένους εἰκοσιτέσσαρες Οἴκους.

ΣΤΑΣΙΣ Α’.

Αγγελος     πρωτοστάτης,   οὐρανόθεν         ἐπέμφθη,    εἰπεῖν    τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ’) [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς]· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν Σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσα- λέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς   λέγεις; κράζων·

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν            λειτουργοῦντα·                Ἐκ λαγόνων        ἁγνῶν   Υἱὸν                πῶς        ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων Αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι’ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν.

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.

Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις               τοῦ         Ὑψίστου               ἐπεσκίασε          τότε       πρὸς      σύλληψιν τῇ Ἀπειρογάμῳ,          καὶ         τὴν                εὔκαρπον           ταύτης  νηδύν,  ὡς           ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούϊα.

Εχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν              Ἐλισάβετ·            τὸ           δὲ βρέφος          ἐκείνης                εὐθύς,  ἐπιγνὸν                τὸν ταύτης ἀσπασμόν, ἔχαιρε· καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη,            πρὸς      τὴν ἄγαμόν        Σε           θεωρῶν,                καὶ         κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δε Σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη·

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Β’.

Ηκουσαν οἱ Ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ  παρουσίαν·        καὶ δραμόντες  ὡς           πρὸς                      ποιμένα, θεωροῦσι                        τοῦτον  ὡς           ἀμνὸν  ἄμωμον,              ἐν          τῇ           γαστρὶ  Μαρίας  βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῆ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.

Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.

Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.

Χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον        Ἀστέρα                θεωρήσαντες    Μάγοι, τῇ           τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον

κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν  ἄφθαστον, ἐχάρησαν, Αὐτῷ βοῶντες·

Ἀλληλούϊα.

Ίδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες

Αὐτόν, εἰ καὶ δούλου  ἔλαβε  μορφήν,  ἔσπευσαν  τοῖς  δώροις  θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένη·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.

Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές Σου τὸν χρησμόν,

καὶ   κηρύξαντές Σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

Λάμψας               ἐν           τῇ           Αἰγύπτῳ,             φωτισμὸν            ἀληθείας, ἐδίωξας τοῦ ψεύδους              τὸ           σκότος·

               τὰ   γὰρ        εἴδωλα ταύτης    Σωτήρ,  μὴ ἐνέγκαντά Σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες ἐβό- ων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφὴ τοῦ Μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος,         ἐπεδόθης

ὡς      βρέφος     αὐτῷ,    ἀλλ’       ἐγνώσθης τούτῳ        καὶ         Θεὸς      τέλειος· διόπερ    ἐξεπλάγη      σου        τὴν   ἄῤῥητον σοφίαν, κράζων·

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Γ’.

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ’ Αὐτοῦ γενομένοις, ἐξ ἀσπόρου βλαστήσας γαστρός,

καὶ φυλάξας ταύτην, ὥσπερ ἧν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτὴν βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπονται πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων  συγχώρησις.

Χαῖρε, στολὴ τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη  ταπεινὸς  ἄνθρωπος,  βουλόμενος  ἑλκύσαι  πρὸς  τὸ ὕψος  τοὺς Αὐτῷ βοῶντας·

Ἀλληλούϊα.

‘Ολος ἧν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερί- γραπτος Λόγος· συγκατάβασις γὰρ Θεϊκή,

οὐ μετάβασις δὲ τοπικὴ  γέγονε·  καὶ  τόκος  ἐκ  Παρθένου  θεολήπτου, ἀκουούσης  ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ.

Χαῖρε, ἡ τἀναντία εἰς ταυτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.

Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις· χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα    φύσις    Ἀγγέλων              κατεπλάγη         τὸ μέγα     τῆς         Σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,

ἐθεώρει πᾶσι  προσιτὸν  ἄνθρωπον,  ἡμῖν  μὲν  συνδιάγοντα,  ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πὼς

καὶ Παρθένος  μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας Αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἀλιέων τὰς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν

ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς  Θεὸς ἀκούει·

Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Δ’.

Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς Σὲ         προστρεχόντων· ὁ γὰρ  τοῦ         οὐρανοῦ

 καὶ    τῆς    γῆς, κατεσκεύασέ Σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα Σου, καὶ πάντας Σοι προσφωνεῖν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, Σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, Σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.

Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ύμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν Σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς,

ἂν προσφέρωμέν  Σοι,  Βασιλεῦ   ἅγιε, οὐδὲν τελοῦμεν    ἄξιον,   ὧν  δέδωκας ἡμῖν τοῖς Σοὶ βοῶσιν·

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἄπτουσα φῶς,

ὁδηγεῖ πρὸς γνῶσιν  θεϊκὴν  ἅπαντας,  αὐγῇ  τὸν  νοῦν  φωτίζουσα,  κραυγῇ δὲ τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὧς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύῤῥητον ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν    δοῦναι θελήσας   ὀφλημάτων  ἀρχαίων, ὁ  πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε   δι’   Ἑαυτοῦ

πρὸς      τοὺς ἀποδήμους   τῆς         Αὐτοῦ   χάριτος, καὶ σχίσας         τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ψάλλοντές Σου τὸν τόκον, ἀνυμνοῦμέν Σε πάντες ὡς ἔμψυχον ναὸν Θεοτόκε· ἐν τῇ Σῇ γὰρ οἰκήσας γαστρί,

ὁ συνέχων πάντα   τῇ   χειρὶ      Κύριος, ἡγίασεν,   ἐδόξασεν, ἐδίδαξε  βοᾷν     Σοι  πάντας·

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.

Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσιν.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ώ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ’)

[Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης

ῥῦσαι συμφορᾶς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς συμβοῶντας·

Ἀλληλούϊα.

(καὶ πάλιν τὸ εἰρημένον Κοντάκιον)

Τῇ Ὑπερμάχῳ Στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω Σοι ἡ Πόλις Σου Θεοτόκε.

Ἀλλ’       ὡς           ἔχουσα τὸ    κράτος ἀπροσμάχητον,   ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω Σοι· χαῖρε, Νύμφη ἀνύμφευτε.

(ἐπιστροφὴ στὴν ἀκολουθία τοῦ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ, μετὰ τὸ Πιστεύω)

Μοιραστείτε τη σελίδα. Πατήστε το τελευταίο κουμπί για περισσότερες επιλογές
Exit mobile version