Ἐκ τοῦ κατά Μάρκον (ιστ΄ 9-20)
Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ Πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Μετά τήν ἀνάστασή του ὁ Ἰησοῦς, τό πρωί τῆς Κυριακῆς, ἐμφανίστηκε πρῶτα στή Μαρία τή Μαγδαληνή, τήν ὁποία εἶχε θεραπεύσει ἀπό ἑφτά δαιμόνια. Ἐκείνη πῆγε καί τό εἶπε στούς μαθητές, πού ἦταν λυπημένοι κι ἔκλαιγαν. Αὐτοί ὅμως, ὅταν ἄκουσαν ὅτι ὁ Ἰησοῦς ζεῖ καί τόν εἶδε ἡ Μαρία, δέν τήν πίστεψαν. Κατόπιν ὁ Ἰησοῦς ἐμφανίστηκε μέ διαφορετική μορφή σέ δύο ἀπ’ αὐτούς, καθώς περπατοῦσαν καί πήγαιναν ἔξω στά χωράφια. Ἐκεῖνοι πῆγαν καί τά διηγήθηκαν στούς ὑπόλοιπους· ἀλλά οὔτε κι αὐτούς τούς πίστεψαν. Τέλος, ὁ Ἰησοῦς ἐμφανίστηκε στούς ἕντεκα μαθητές καθώς ἔτρωγαν, καί τούς ἐπέπληξε γιατί ἀμφέβαλλαν κι ἐπέμεναν νά μήν πιστεύουν αὐτούς πού τόν εἶδαν ἀναστημένο. Μετά τούς εἶπε: «Πορευθεῖτε σ’ ὁλόκληρο τόν κόσμο καί διακηρύξτε τό χαρμόσυνο μήνυμα σ’ ὅλη τήν κτίση. Ὅποιος πιστέψει καί βαφτιστεῖ θά σωθεῖ· ὅποιος δέν πιστέψει θά καταδικαστεῖ. Νά καί τά θαύματα πού θά κάνουν ὅποιοι πιστέψουν: Μέ τήν ἐπίκληση τοῦ ὀνόματός μου θά διώχνουν δαιμόνια, θά μιλοῦν νέες γλῶσσες, κι ἄν παίρνουν φίδια στά χέρια τους ἤ πίνουν κάτι δηλητηριῶδες δέ θά παθαίνουν τίποτε· θά βάζουν τά χέρια τους πάνω σέ ἀρρώστους καί θά τούς θεραπεύουν». Ἀφοῦ τούς εἶπε αὐτά ὁ Κύριος, ἀναλήφθηκε στόν οὐρανό καί κάθισε στά δεξιά τοῦ Θεοῦ. Οἱ μαθητές τότε ἔφυγαν καί ἔφεραν τό χριστιανικό μήνυμα παντοῦ· κι ὁ Κύριος συνεργοῦσε μαζί τους κι ἐπιβεβαίωνε τό κήρυγμά τους μέ τά θαύματα πού τό συνόδευαν. Ἀμήν