Site icon ΙΕΡΟΣ ΝΑΟΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΗΛΙΟΥΠΟΛΕΩΣ

ΕΩΘΙΝΟ ΣΤ΄ Ἐκ τοῦ κατά Λουκᾶν (κδ΄ 36-53)

Ιερός Ναός Κοιμήσεως Θεοτόκου Ηλιουπόλεως

Ιερός Ναός Κοιμήσεως Θεοτόκου Ηλιουπόλεως.

ΕΩΘΙΝΟ ΣΤ΄

Ἐκ τοῦ κατά Λουκᾶν (κδ΄ 36-53)

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν, καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς, διέστη ἀπ᾿ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντὸς ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, ἀφοῦ ὁ Ἰησοῦς ἀναστήθηκε ἀπό τούς νεκρούς, στάθηκε ἀνάμεσα στούς μαθητές του καί τούς λέει: «Εἰρήνη σ’ ἐσᾶς!» Αὐτοί ἀπό τήν ταραχή καί τό φόβο τους νόμιζαν ὅτι ἔβλεπαν φάντασμα. Ἐκεῖνος τούς εἶπε: «Γιατί εἶστε τρομαγμένοι καί γιατί γεννιοῦνται στήν καρδιά σας ἀμφιβολίες; Κοιτάξτε τά χέρια μου καί τά πόδια μου, γιά νά βεβαιωθεῖτε ὅτι εἶμαι ἐγώ ὁ ἴδιος. Ψηλαφίστε με καί δεῖτε· ἕνα φάντασμα δέν ἔχει σάρκα καί ὀστᾶ, ὅπως βλέπετε ἐμένα νά ἔχω». Καί λέγοντας αὐτά τούς ἔδειξε τά χέρια καί τά πόδια του. Αὐτοί ἀπό τή χαρά καί τήν ἔκπληξή τους δέν πίστευαν στά μάτια τους· τούς ρώτησε τότε ὁ Ἰησοῦς: «Ἔχετε τίποτε φαγώσιμο;» Τοῦ ἔδωσαν τότε ἕνα κομμάτι ψητό ψάρι καί ἕνα κομμάτι κηρύθρα μέ μέλι. Τά πῆρε καί τά ἔφαγε μπροστά τους. Ὕστερα τούς εἶπε: «Αὐτά ἐννοοῦσα μέ τά λόγια πού σᾶς ἔλεγα ὅταν ἤμουν ἀκόμη μαζί σας, ὅτι δηλαδή πρέπει νά ἐκπληρωθοῦν ὅλα ὅσα εἶναι γραμμένα γιά μένα στό νόμο τοῦ Μωυσῆ, στούς προφῆτες καί στούς Ψαλμούς». Τότε τούς φώτισε τό νοῦ, γιά νά καταλαβαίνουν τίς Γραφές, καί τούς εἶπε: «Οἱ Γραφές λένε ὅτι ἔτσι ἔπρεπε νά γίνει, καί ἔτσι ἔπρεπε νά πάθει ὁ Μεσσίας, ν’ ἀναστηθεῖ ἀπό τούς νεκρούς τήν τρίτη μέρα καί νά κηρυχθεῖ στό ὄνομά του μετάνοια καί ἄφεση ἁμαρτιῶν σ’ ὅλα τα ἔθνη, ἀρχίζοντας ἀπό τήν Ἱερουσαλήμ. Ἐσεῖς εἶστε μάρτυρες ὅλων αὐτῶν. Κι ἐγώ θά σᾶς στείλω αὐτό πού σᾶς ὑποσχέθηκε ὁ Πατέρας μου. Ἐσεῖς καθίστε στήν Ἱερουσαλήμ ὡσότου ὁ Θεός σᾶς ὁπλίσει μέ τή δύναμή του». Κατόπιν τούς ὁδήγησε ἔξω ἀπό τήν πόλη ὥς τή Βηθανία, σήκωσε τά χέρια του καί τούς εὐλόγησε. Καθώς τούς εὐλογοῦσε, ἄρχισε ν’ ἀπομακρύνεται ἀπ’ αὐτούς καί ν’ ἀνεβαίνει στόν οὐρανό. Αὐτοί τότε τόν προσκύνησαν καί γύρισαν στήν Ἱερουσαλήμ μέ μεγάλη χαρά, κι ἔμεναν συνεχῶς στό ναό ὑμνολογώντας καί δοξολογώντας τό Θεό. Ἀμήν

 

Πηγή

.

 

Μοιραστείτε τη σελίδα. Πατήστε το τελευταίο κουμπί για περισσότερες επιλογές
Exit mobile version