Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα ἐν τῇ ἑορτῇ τῶν Ἰουδαίων. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;
Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ Ἰησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. Ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. Ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
Τόν καιρό ἐκείνο, ἀνέβηκε ὁ Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα κατά την ἑορτὴ τῶν Ἰουδαίων. Ὑπάρχει δὲ εἰς τὰ Ἱεροσόλυμα κοντὰ εἰς τὴν πύλην τῶν Προβάτων μία δεξαμενή, ἡ ὁποία ὀνομάζεται Ἑβραϊστὶ Βηθεσδὰ καὶ ἡ ὁποία ἔχει πέντε στοές. Σ’ αὐτὲς ἤτανε ξαπλωμένος μεγάλος ἀριθμὸς ἀσθενῶν, τυφλῶν, χωλῶν, παραλυτικῶν, οἱ ὁποῖοι περίμεναν νὰ κινηθῇ τὸ νερό. Διότι ἕνας ἄγγελος κατέβαινε πότε – πότε εἰς τὴν δεξαμενὴν καὶ ἐτάρασσε τὸ νερό. Ἐκεῖνος λοιπὸν ποὺ ἔμπαινε πρῶτος, μετὰ τὴν ταραχὴν τοῦ νεροῦ, ἐθεραπεύετο ἀπὸ οἱονδήποτε νόσημα καὶ ἂν ὑπέφερε. Ὑπῆρχε ἐκεῖ ἕνας, ὁ ὁποῖος ἐπὶ τριάντα ὀκτὼ χρόνια ἤτανε ἄρρωστος. Ὅταν ὁ Ἰησοῦς τὸν εἶδε κατάκοιτον καὶ κατάλαβε ὅτι εἶχε ἤδη πολὺν χρόνον ἐκεῖ, τοῦ λέγει, «Θέλεις νὰ γίνῃς ὑγιής;».
Ἐπεκρίθη εἰς αὐτὸν ὁ ἀσθενής, «Κύριε, δὲν ἔχω ἄνθρωπον νὰ μὲ βάλῃ εἰς τὴν δεξαμενήν. Ὅταν τὸ νερὸ ταραχθῇ, καὶ ἐνῶ ἔρχομαι κατεβαίνει ἄλλος πρὶν ἀπὸ ἐμέ». Ὁ Ἰησοῦς τοῦ λέγει, «Σήκω ἐπάνω, σήκωσε τὸ κρεββάτι σου καὶ περπάτησε». Καὶ ἀμέσως ἔγινε ὑγιὴς ὁ ἄνθρωπος καὶ ἐσήκωσε τὸ κρεββάτι του καὶ περπατοῦσε. Ἡ ἡμέρα ἐκείνη ἦτο Σάββατον.
Γι’ αὐτὸ ἔλεγαν οἱ Ἰουδαῖοι εἰς τὸν θεραπευθέντα, «Εἶναι Σάββατον, δὲν σοῦ ἐπιτρέπεται νὰ σηκώσῃς τὸ κρεββάτι σου». Αὐτὸς τοὺς ἀπεκρίθη, «Εκεῖνος ποὺ μὲ ἔκανε ὑγιῆ ἐκεῖνος μοῦ εἶπε, «Σήκωσε τὸ κρεββάτι σου καὶ περπάτησε». Τότε τὸν ρώτησαν, «Ποιός εἶναι ὁ ἄνθρωπος ποὺ σοῦ εἶπε, «Σήκωσε τὸ κρεββάτι σου καὶ περπάτησε;» Αλλ’ ὁ θεραπευθεὶς δὲν ἤξερε ποιός εἶναι, διότι ὑπῆρχε πολὺς κόσμος εἰς τὸ μέρος ἐκεῖνο καὶ ὁ Ἰησοῦς ἐξέφυγε.
Ὕστερα τὸν εὑρῆκε ὁ Ἰησοῦς εἰς τὸν ναὸν καὶ τοῦ εἶπε, «Ἰδές, ἔγινες ὑγιής, μὴ ἁμαρτάνῃς πλέον, διὰ νὰ μὴ σοῦ συμβῇ κάτι χειρότερον». Ἔφυγε ὁ ἄνθρωπος καὶ εἶπε εἰς τοὺς Ἰουδαίους ὅτι ὁ Ἰησοῦς εἶναι αὐτὸς ποὺ τὸν ἔκανε ὑγιῆ.