Τῷ καιρῷ εκείνω, ἐκπορευομένου τοῦ Ἰησοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰμὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου.
Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται!
Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι;
Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε, «Γιατὶ μὲ λὲς ἀγαθόν; Δὲν εἶναι κανεὶς ἀγαθὸς παρὰ μόνον ὁ Θεός.
Τὰς ἐντολὰς τὰ ξέρεις; Νὰ μὴ μοιχεύσῃς, νὰ μὴ φονεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, νὰ μὴ ἐξαπατήσῃς, νὰ τιμᾷς τὸν πατέρα σου καὶ τὴν μητέρα σου».
Αὐτὸς δὲ τοῦ εἶπε, «Διδάσκαλε, ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴν νεότητά μου».
Ὁ Ἰησοῦς τὸν ἐκύτταξε κατὰ πρόσωπον, τὸν ἀγάπησε καὶ τοῦ εἶπε, «Ἕνα σοῦ λείπει· πήγαινε, πώλησε ὅσα ἔχεις καὶ δός τα σὲ πτωχοὺς καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τὸν οὐρανὸν καὶ ἔλα νὰ μὲ ἀκολουθήσῃς, ἀφοῦ σηκώσῃς τὸν σταυρόν σου».
Μὲ τὰ λόγια αὐτὰ ἐκεῖνος ἔγινε σκυθρωπὸς καὶ ἔφυγε λυπημένος, διότι εἶχε πολλὰ κτήματα.
Καὶ ὁ Ἰησοῦς ἔστρεψε γύρω τὸ βλέμμα του καὶ λέγει εἰς τοὺς μαθητάς του, «Πόσον δύσκολα ἐκεῖνοι, ποὺ ἔχουν χρήματα, θὰ μποῦν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
Οἱ μαθηταὶ κατεπλάγησαν μὲ τὰ λόγια του. Ὁ δὲ Ἰησοῦς ἔλαβε πάλιν τὸν λόγον καὶ τοὺς εἶπε, «Παιδιά μου, πόσο δύσκολον εἶναι δι’ ἐκείνους ποὺ ἔχουν τὴν ἐμπιστοσύνην τους εἰς τὰ χρήματα νὰ μποῦν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἶναι εὐκολώτερον νὰ περάσῃ μία καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ νὰ μπῇ πλούσιος εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
Ἀλλ’ αὐτοὶ ἐδοκίμαζαν μεγαλύτερην ἔκπληξιν καὶ ἔλεγαν μεταξύ τους, «Τότε ποιὸς μπορεῖ νὰ σωθῇ;».