Ἐκ τοῦ κατά Λουκάν (ιη΄ 2-8)
Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην·
Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με.
Εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς;
Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
Ἀπόδοση στη νεοελληνική:
Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:
«Εἰς κάποια πόλιν ὑπῆρχε ἕνας κριτὴς ποὺ οὔτε τὸν Θεὸν ἐφοβότανε οὔτε τοὺς ἀνθρώπους ἐντρεπότανε. Εἰς τὴν πόλιν αὐτὴν ἦτο κάποια χήρα, ἡ ὁποία ἐρχότανε εἰς αὐτὸν καὶ τοῦ ἔλεγε, «Δός μου τὸ δίκηο μου ἀπέναντι τοῦ ἀντιδίκου μου».
Γιὰ ἕνα χρονικὸ διάστημα αὐτὸς ἠρνεῖτο, ἀλλ’ ἐπειτα εἶπε μέσα του, «Ἂν καὶ τὸν Θεὸν δὲν φοβοῦμαι καὶ τοὺς ἀνθρώπους δὲν ἐντρέπομαι, ὅμως ἐπειδὴ ἡ χήρα αὐτὴ μὲ ἐνοχλεῖ, θὰ τῆς δώσω τὸ δίκηο της γιὰ νὰ μὴν ἔρχεται συνεχῶς καὶ μὲ ταλαιπωρῇ».
Εἶπε δὲ ὁ Κύριος, «Ἀκούσατε τί λέγει ὁ ἄδικος κριτής. Καὶ εἶναι δυνατὸν νὰ μὴ ἀποδώσῃ ὁ Θεὸς τὸ δίκηο εἰς τοὺς ἐκλεκτοὺς του ποὺ τοῦ φωνάζουν ἡμέραν καὶ νύχτα, ἂν καὶ δείχνῃ ὑπομονήν;
Σᾶς λέγω, ὅτι γρήγορα θὰ ἀποδώσῃ τὸ δίκηο τους. Ἀλλ’ ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου, θὰ βρῇ ἄραγε τὴν πίστιν εἰς τῆν γῆν;».